Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.13 Dem. 58.17 (English) >>Dem. 58.20

58.15ἐπίσχες. ἀκούεις, οὑτοσί, τί λέγει; “ τῶν ἐπωνύμων τῳ.” λέγε δὴ τὴν τῶν φυλετῶν μαρτυρίαν.Μαρτυρία

ταχύ γʼ ἂν οὗτος, ἄνδρες δικασταί, ἀνθρώπων ὀλίγων φροντίσειεν τῶν τὸν πλεῖστον τοῦ χρόνου πλεόντων, ὥσπερ Μίκων, ὅστις τοὺς φυλέτας παρόντας οὔτʼ ἔδεισεν οὔτʼ ᾐσχύνθη, τοῦτο μὲν οὕτως αὐτῶν τὰ κοινὰ διοικήσας ὥστʼ ἐκείνους κλοπὴν αὐτοῦ καταγνῶναι, τοῦτο δὲ ὀφλὼν καὶ τοὺς νόμους ἀκριβῶς εἰδὼς ὅτι κωλύουσιν αὐτὸν γράφεσθαι γραφὰς ἕως ἂν ἐκτείσῃ, βιαζόμενος καὶ νομίζων δεῖν τοὺς μὲν ἄλλους τοὺς ὀφείλοντας μηδενὸς μετέχειν τῶν κοινῶν, αὑτὸν δὲ κρείττω τῶν νόμων εἶναι. 58.16φήσει τοίνυν τὸν πάππον, οὐχ αὑτὸν εἶναι τὸν ἐν τῷ γραμματείῳ γεγραμμένον, καὶ περὶ τούτου πολλοὺς ἐρεῖ λόγους, ὡς ἐκεῖνός ἐστιν. ἐγὼ δὲ τὸ μὲν ἀκριβές, ὁπότερός ἐστιν, οὐκ ἔχω λέγειν· εἰ δʼ οὖν ἐστιν ὡς οὗτος ἐρεῖ, πολὺ δικαιότερον εἶναι νομίζω καταψηφίσασθαι ὑμᾶς αὐτοῦ, εἰ ταῦθʼ οὕτως ἐστίν. 58.17εἰ γὰρ ὀφείλοντος αὐτῷ τοῦ πάππου πάλαι, καὶ τοῦ νόμου κελεύοντος κληρονομεῖν τοῦτον τῶν ἐκείνου, προσῆκον αὐτῷ μηδὲ πάλαι γράφεσθαι ἐγράφετο, καὶ διὰ τοῦτο οἰήσεται δεῖν ἀποφεύγειν ὅτι πονηρὸς ἐκ τριγονίας ἐστίν, οὐ δίκαια ἐρεῖ, ἄνδρες δικασταί. ὡς οὖν καὶ παρʼ αὐτοῦ Θεοκρίνου ὁμολογεῖται τοῦτʼ εἶναι τὸ ὄφλημα καὶ κατετάξατο τοῖς φυλέταις ὑπὲρ αὑτοῦ καὶ τοῦ ἀδελφοῦ, καὶ τοῖς βουλομένοις εὐορκεῖν οὐ καλῶς ἔχει ταύτην ἀπογιγνώσκειν τὴν ἔνδειξιν, λαβέ μοι τὸ ψήφισμα εἶπεν ἐν τοῖς φυλέταις Σκιρωνίδης.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.13 Dem. 58.17 (English) >>Dem. 58.20

Powered by PhiloLogic